Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.288 Joseph. AJ 3.293 (English) >>Joseph. AJ 3.297

3.291

Εὗρε δὲ καὶ βυκάνης τρόπον ἐξ ἀργύρου ποιησάμενος, ἔστι δὲ τοιαύτη· μῆκος μὲν ἔχει πηχυαῖον ὀλίγῳ λεῖπον, στενὴ δʼ ἐστὶ σύριγξ αὐλοῦ βραχεῖ παχυτέρα, παρέχουσα δὲ εὖρος ἀρκοῦν ἐπὶ τῷ στόματι πρὸς ὑποδοχὴν πνεύματος εἰς κώδωνα ταῖς σάλπιγξι παραπλησίως τελοῦντα· ἀσώσρα καλεῖται κατὰ τὴν Ἑβραίων γλῶσσαν. 3.292γίνονται δὲ δύο, καὶ τῇ μὲν ἑτέρᾳ πρὸς παρακέλευσιν καὶ συλλογὴν ἐχρῶντο τοῦ πλήθους εἰς τὰς ἐκκλησίας· καὶ μιᾷ μὲν ἀποσημάναντος ἔδει τὰς ἀρχὰς συνελθεῖν σκεψομένας περὶ τῶν οἰκείων, ἀμφοτέραις δὲ συνῆγε τὸ πλῆθος. 3.293τῆς δὲ σκηνῆς μετακινουμένης ταῦτα ἐγίνετο· ἀποσημήναντος γὰρ τὸ πρῶτον οἱ παρὰ ταῖς ἀνατολαῖς ἐσκηνωκότες ἀνίσταντο, καὶ πρὸς τὴν δευτέραν οἱ πρὸς τὸν νότον αὖθις καθεστῶτες. εἶθʼ σκηνὴ λυομένη μέση τῶν προϊουσῶν ἓξ φυλῶν ἐκομίζετο καὶ τῶν ἑπομένων ἕξ, Λευῖται δὲ περὶ τὴν σκηνὴν πάντες ἦσαν. 3.294τρίτον δὲ σημήναντος τὸ κατὰ λίβα τετραμμένον τῶν ἐσκηνωκότων μέρος ἐκινεῖτο, καὶ τέταρτον τὸ κατὰ βορρᾶν. ταῖς δὲ βυκάναις ἐχρῶντο καὶ ἐπὶ ταῖς ἱερουργίαις προσάγοντες τὰς θυσίας καὶ τοῖς σαββάτοις καὶ ταῖς λοιπαῖς ἡμέραις. θύει δὲ τότε πρῶτον μετὰ τὴν ἀναχώρησιν τὴν ἐξ Αἰγύπτου τὴν πάσχα λεγομένην ἐπὶ τῆς ἐρήμου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.288 Joseph. AJ 3.293 (English) >>Joseph. AJ 3.297

Powered by PhiloLogic